Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ]. | ||
<<Joseph. BJ 5.85 | Joseph. BJ 5.92 (English) | >>Joseph. BJ 5.99 |
5.89τούτων οὐδʼ ἀκούειν ἔδοξε , τοῖς δὲ καθʼ αὑτὸν ἀνατρέχουσιν ἀνθίσταται καὶ κατὰ στόμα παίων βιαζομένους ἀνῄρει κατά τε τοῦ πρανοῦς ἀθρόοις ἐμπίπτων ἀνεώθει τὸ πλῆθος .
5.90οἱ δὲ πρός τε τὸ παράστημα καὶ τὴν ἰσχὺν καταπλαγέντες οὐδʼ οὕτως μὲν ἀνέφευγον εἰς τὴν πόλιν , καθʼ ἕτερον δʼ ἐκκλίνοντες ἀπʼ αὐτοῦ τοῖς ἀνωτέρω φεύγουσι προσέκειντο . καὶ τούτοις δὲ κατὰ πλευρὰν προσβάλλων τὰς ὁρμὰς ὑπετέμνετο .
5.91κἀν τούτῳ καὶ τοῖς ἄνω τειχίζουσι τὸ στρατόπεδον , ὡς ἐθεάσαντο τοὺς κάτω φεύγοντας ,
5.92πάλιν ἐμπίπτει ταραχὴ καὶ δέος , καὶ διασκίδναται
-- -- καὶ καθάπερ πανικῷ δείματι κυκλωθέντες ἄλλος ἀλλαχῆ διεφέροντο , μέχρι τινὲς κατιδόντες ἐν μέσῳ τοῦ πολέμου τὸν ἡγεμόνα στρεφόμενον καὶ μέγα δείσαντες ἀμφʼ αὐτῷ διαβοῶσι τὸν κίνδυνον ὅλῳ τῷ τάγματι .
5.94τοὺς δʼ αἰδὼς ἐπέστρεφε , καὶ πλεῖόν τι φυγῆς κακίζοντες ἀλλήλους ἐπὶ τῷ καταλιπεῖν Καίσαρα πάσῃ βίᾳ κατὰ τῶν Ἰουδαίων ἐχρῶντο καὶ κλίναντες ἅπαξ ἀπὸ τοῦ κατάντους συνώθουν αὐτοὺς εἰς τὸ κοῖλον .
5.95οἱ δʼ ὑπὸ πόδα χωροῦντες ἐμάχοντο , καὶ πλεονεκτοῦντες οἱ Ῥωμαῖοι τῷ καθύπερθεν εἶναι συνελαύνουσι πάντας εἰς τὴν φάραγγα .
Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ]. | ||
<<Joseph. BJ 5.85 | Joseph. BJ 5.92 (English) | >>Joseph. BJ 5.99 |